Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.59.1 | Hdt. 1.59.5 (English) | >>Hdt. 1.60.4 |
1.59.3 οὔκων ταῦτα παραινέσαντος Χίλωνος πείθεσθαι θέλειν τὸν Ἱπποκράτεα · γενέσθαι οἱ μετὰ ταῦτα τὸν Πεισίστρατον τοῦτον , ὃς στασιαζόντων τῶν παράλων καὶ τῶν ἐκ τοῦ πεδίου Ἀθηναίων , καὶ τῶν μὲν προεστεῶτος Μεγακλέος τοῦ Ἀλκμέωνος , τῶν δὲ ἐκ τοῦ πεδίου Λυκούργου Ἀριστολαΐδεω , καταφρονήσας τὴν τυραννίδα ἤγειρε τρίτην στάσιν · συλλέξας δὲ στασιώτας καὶ τῷ λόγῳ τῶν ὑπερακρίων προστὰς μηχανᾶται τοιάδε .
1.59.4 τρωματίσας ἑωυτόν τε καὶ ἡμιόνους ἤλασε ἐς τὴν ἀγορὴν τὸ ζεῦγος ὡς ἐκπεφευγὼς τοὺς ἐχθρούς , οἵ μιν ἐλαύνοντα ἐς ἀγρὸν ἠθέλησαν ἀπολέσαι δῆθεν , ἐδέετό τε τοῦ δήμου φυλακῆς τινος πρὸς αὐτοῦ κυρῆσαι , πρότερον εὐδοκιμήσας ἐν τῇ πρὸς Μεγαρέας γενομένῃ στρατηγίῃ , Νίσαιάν τε ἑλὼν καὶ ἄλλα ἀποδεξάμενος μεγάλα ἔργα .
1.59.5 ὁ δὲ δῆμος ὁ τῶν Ἀθηναίων ἐξαπατηθεὶς ἔδωκέ οἱ τῶν ἀστῶν καταλέξας ἄνδρας τούτους οἳ δορυφόροι μὲν οὐκ ἐγένοντο Πεισιστράτου , κορυνηφόροι δέ · ξύλων γὰρ κορύνας ἔχοντες εἵποντό οἱ ὄπισθε .
1.59.6 συνεπαναστάντες δὲ οὗτοι ἅμα Πεισιστράτῳ ἔσχον τὴν ἀκρόπολιν . ἔνθα δὴ ὁ Πεισίστρατος ἦρχε Ἀθηναίων , οὔτε τιμὰς τὰς ἐούσας συνταράξας οὔτε θέσμια μεταλλάξας , ἐπί τε τοῖσι κατεστεῶσι ἔνεμε τὴν πόλιν κοσμέων καλῶς τε καὶ εὖ .
ch. 60
1.60.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.59.1 | Hdt. 1.59.5 (English) | >>Hdt. 1.60.4 |